[316] ἆρ’ οὐκ ἐναργὴς πίστις ἐστίν, αὐτοκράτορ, τῆς Καίσαρος προαιρέσεως, ᾗ περὶ τὴν τοῦ ἡμετέρου ἱεροῦ τιμὴν ἐκέχρητο, μὴ βουληθεὶς τῷ κοινῷ τύπῳ τῶν συνόδων ἀναιρεθῆναι τὰς τῶν Ἰουδαίων εἰς ταὐτὸ συμφοιτήσεις, ἃς ἀπαρχῶν ἕνεκα ποιοῦνται καὶ τῆς ἄλλης εὐσεβείας;