Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 306

[306] [cap.39] τότε μὲν οὖν ἀσπίδες ἦσαν, αἷς οὐδὲν ἀνεζωγράφητο μίμημα· νυνὶ δὲ κολοσσιαῖος ἀνδριάς. καὶ τότε μὲν ἡ ἀνάθεσις ἐν οἰκίᾳ τῶν ἐπιτρόπων ἦν· τὴν δὲ μέλλουσάν φασιν ἐσωτάτω τοῦ ἱεροῦ κατ’ αὐτὰ τὰ ἄδυτα γίνεσθαι, εἰς ἃ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ μέγας ἱερεὺς εἰσέρχεται τῇ νηστείᾳ λεγομένῃ μόνον ἐπιθυμιάσων καὶ κατὰ τὰ πάτρια εὐξόμενος φορὰν ἀγαθῶν εὐετηρίαν τε καὶ εἰρήνην ἅπασιν ἀνθρώποις.