Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 297

[297] ἀναθήμασι δὲ κοσμήσας ὅσοις ἐξῆν τὸ ἱερὸν καὶ τοὺς οἰκήτορας εὐεργετήσας ὅσα μὴ βλάψει χαριζόμενος, Ἡρῴδην εὐφημήσας πολλὰ καὶ εὐφημηθεὶς μυρία, παρεπέμφθη μέχρι λιμένων, οὐχ ὑπὸ μιᾶς πόλεως, ἀλλ’ ὑπὸ τῆς χώρας ἁπάσης, φυλλοβολούμενός τε καὶ θαυμαζόμενος ἐπ’ εὐσεβείᾳ. τί δὲ ὁ ἕτερός σου πάππος Τιβέριος Καῖσαρ;