Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 292

[292] καὶ ἡ προμάμμη σου * ὅθεν οὐδείς, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ [79] [80] σατράπης, οὐ βασιλεύς, οὐκ ἐχθρὸς ἄσπονδος, οὐ στάσις, οὐ πόλεμος, οὐχ ἅλωσις, οὐ πόρθησις, οὐκ ἄλλο τι τῶν ὄντων οὐδὲν ἐνεωτέρισέ ποτε οὕτως εἰς τὸν νεών, ὡς ἄγαλμα ἢ ξόανον ἤ τι τῶν χειροκμήτων ἱδρύσασθαι.