Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 280

[280] ἐν οἷς γὰρ ἐφεῖται καὶ ἔξεστι μετὰ νόμων εὐσεβεῖν, οὐδενὸς οὔτε τῶν Ἀσιανῶν οὔτε τῶν ἐν Εὐρώπῃ λείπεται τὸ παράπαν, εὐχαῖς, ἀναθημάτων κατασκευαῖς, πλήθει θυσιῶν, οὐ μόνον ἐν ταῖς κατὰ τὰς δημοτελεῖς ἑορτὰς ἀναγομέναις, ἀλλὰ καὶ ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν ἐντελεχέσιν· ἐξ ὧν οὐ στόματι καὶ γλώσσῃ μηνύουσι τὸ εὐσεβὲς μᾶλλον ἢ ψυχῆς ἀφανοῦς βουλεύμασιν οἱ μὴ λέγοντες, ὅτι φιλοκαίσαρές εἰσιν, ἀλλ’ ὄντες ὄντως.