[277] γραφὴ δὲ μηνύσει μου τὴν δέησιν, ἣν ἀνθ’ ἱκετηρίας προτείνω. πᾶσιν ἀνθρώποις, αὐτοκράτορ, ἐμπέφυκεν ἔρως μὲν τῆς πατρίδος, τῶν δὲ οἰκείων νόμων ἀποδοχή· καὶ περὶ τούτων οὐδεμιᾶς ἐστί σοι χρεία διδασκαλίας, ἐκθύμως μὲν στέργοντι τὴν πατρίδα, ἐκθύμως δὲ τὰ πάτρια τιμῶντι.