Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 267

[267] ἤδη δὲ καὶ ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν φρίκῃ κατέσχητο, τρόμος τε καὶ σεισμὸς πάντα αὐτοῦ τὰ μέρη καὶ τὰ μέλη συνεκύκα, χαλωμένων τε καὶ ἀνιεμένων τῶν σωματικῶν τόνων περὶ ἑαυτῷ κατέρρει καὶ τὰ τελευταῖα παρεθεὶς μικροῦ κατέπεσεν, εἰ μὴ τῶν παρεστώτων τινὲς ὑπέλαβον αὐτόν· καὶ κελευσθέντες φοράδην οἴκαδε κομίζουσιν οὐδενὸς συναισθανόμενον ὑπὸ κάρου τῶν ἀθρόων κατασκηψάντων κακῶν.