Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 261

[261] [cap.35] Μετ’ οὐ πολὺ μέντοι παρῆν Ἀγρίππας ὁ βασιλεὺς κατὰ τὸ εἰωθὸς ἀσπασόμενος Γάιον. ᾔδει δὲ ἁπλῶς οὐδὲν οὔτε ὧν ἐπεστάλκει ὁ Πετρώνιος οὔτε ὧν ὁ Γάιος ἢ πρότερον ἢ ὕστερον· ἐτεκμαίρετο μέντοι διὰ τῆς οὐκ ἐν τάξει κινήσεως καὶ τῆς τῶν ὀμμάτων ταραχῆς ὑποτυφομένην ὀργὴν καὶ ἀνεσκόπει καὶ διηρεύνα ἑαυτὸν πάντῃ καὶ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα τὸν λογισμὸν ἀποτείνων, μή τι δέδρακεν ἢ εἶπεν [73] ὧν οὐ χρή.