[250] διεγνώκει μὲν γάρ, ὡς λόγος, πλεῖν εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ, πελάγει δὲ οὐκ ἀξιώσει τοσοῦτος ἡγεμὼν διά τε τοὺς κινδύνους καὶ διὰ τὸ πλῆθος τοῦ παραπέμποντος στόλου καὶ ἅμα διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος, ἃ δὴ πάντα γίνεται ῥᾳδίως τὸν δι’ Ἀσίας καὶ Συρίας κύκλον περαιουμένῳ·