[248] ἑκάτερον γὰρ φέρειν κίνδυνον. ἐπιστέλλειν [M.583] Γαΐῳ μηδὲν μὲν τῶν Ἰουδαίων κατηγοροῦντα, μὴ δηλοῦντα δὲ ἐπ’ ἀληθείας τὰς ἱκετείας καὶ ἀντιβολίας αὐτῶν, καὶ τῆς περὶ τὴν ἀνάθεσιν βραδυτῆτος αἰτιᾶσθαι τὸ μέν τι τὴν κατασκευὴν χρόνου μεμετρημένου δεομένην, τὸ δέ τι καὶ τὸν καιρὸν διδόντα μεγάλας ἀφορμὰς εἰς ἀναβολὴν εὐλόγους, αἷς συναινέσειν οὐκ ἴσως ἀλλ’ ἀναγκαίως καὶ αὐτὸν Γάιον.