Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 23

[23] τὸν γὰρ ἀνεψιὸν καὶ κοινωνὸν ἀπολειφθέντα τῆς ἀρχῆς καὶ οἰκειότερον αὐτοῦ διάδοχον — ὁ μὲν γὰρ θέσει υἱωνὸς ἦν, ὁ δὲ φύσει Τιβερίου — κτείνει προφασισάμενος ἐπιβουλήν, μηδὲ τῆς ἡλικίας χωρούσης ἔγκλημα τοιοῦτον· ἄρτι γὰρ ἐκ παίδων εἰς μειράκιον ὁ δύστηνος μετῄει.