Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 225

[225] [cap.32] Καὶ οἱ μὲν τοιαῦτα ὠλοφύροντο. πυθόμενοι δὲ οἱ κατὰ τὴν ἱερόπολιν καὶ τὴν ἄλλην χώραν τὸ κινούμενον, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος συνταξάμενοι, τοῦ κοινοῦ πάθους τὸ σύνθημα δόντος, ἐξεληλύθεσαν ἀθρόοι καὶ κενὰς τὰς πόλεις καὶ κώμας καὶ οἰκίας ἀπολιπόντες μιᾷ ῥύμῃ συνέτεινον εἰς Φοινίκην· ἐκεῖ γὰρ ὢν ἐτύγχανεν ὁ Πετρώνιος.