[217] περιδεὴς οὖν ὡς εἰκὸς ἦν, μὴ πυθόμενοι τὴν καινουργουμένην ἀνάθεσιν ἐπιφοιτήσωσιν ἐξαίφνης καὶ περίσχωσιν, οἱ μὲν ἔνθεν οἱ δὲ ἔνθεν, κύκλος γενόμενοι, καὶ συνάψαντες ἀλλήλοις τοὺς ἐναποληφθέντας μέσους δεινὰ ἐργάσωνται. τοιούτοις μὲν λογισμοῖς χρώμενος ἀπώκνει.