[206] ἀλλ’ οἱ μὲν καλῶν πράξεων καλοὶ σύμβουλοι μικρὸν ὕστερον τὰ ἐπίχειρα εὗρον τῆς ἀσεβείας, ὁ μὲν ὑπὸ Γαΐου σιδήρῳ δεθεὶς ἐφ’ ἑτέραις [59] αἰτίαις καὶ στρεβλούμενος καὶ τροχιζόμενος ἐκ περιτροπῆς, ὥσπερ ἐν ταῖς περιοδιζούσαις νόσοις, ὁ δὲ Ἑλικὼν ὑπὸ Κλαυδίου Γερμανικοῦ Καίσαρος ἀναιρεθείς, ἐφ’ οἷς ἄλλοις ὁ φρενοβλαβὴς ἠδίκησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.