Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 202

[202] θεασάμενοι γὰρ καὶ δυσανασχετήσαντες ἐπὶ τῷ τῆς ἱερᾶς χώρας τὸ ἱεροπρεπὲς ὄντως ἀφανίζεσθαι καθαιροῦσι συνελθόντες· οἱ δὲ εὐθὺς ἐπὶ τὸν Καπίτωνα ἧκον, ὃς ἦν τοῦ δράματος ὅλου δημιουργός. ἕρμαιον δὲ εὑρηκέναι νομίσας, ὅπερ ἐκ πολλῶν χρόνων ἀνεζήτει, γράφει Γαΐῳ διαίρων τὰ πράγματα καὶ μετεωρίζων.