[20] ὥσπερ γὰρ ἐκ νομάδος βίου καὶ θηριώδους νῦν πρῶτον ἀρχόμενοι μεταβάλλειν πρὸς τὸ σύννομον καὶ [M.549] ὁμοδίαιτον καὶ ἐξ ἐρημίας καὶ σηκῶν καὶ ὑπωρειῶν εἰσοικίζεσθαι πόλεσι τειχήρεσι καὶ ἐξ ἀνεπιτροπεύτου ζωῆς ὑπὸ ἐπιτρόπῳ τάττεσθαι νομεῖ τινι καὶ ἀγελάρχῃ τῆς ἡμερωτέρας ἀγέλης ἐγεγήθεσαν ἀγνοίᾳ τῆς ἀληθείας·