[198] οἱ δέ· „τὴν μὲν ἀνωτάτω καὶ πρώτην αἰτίαν ἴστε, ἣν καὶ πάντες ἴσασιν ἄνθρωποι· θεὸς βούλεται νομίζεσθαι, ὑπείληφε δὲ μόνους Ἰουδαίους μὴ πείσεσθαι, οἷς μεῖζον οὐδὲν ἂν προστρίψαιτο κακὸν ἢ λυμηνάμενος τὴν τοῦ ἱεροῦ σεμνότητα. κατήχηται δέ, ὅτι καὶ πάντων ἱερῶν τῶν πανταχοῦ κάλλιστόν ἐστιν ἐξ ἀπείρων χρόνων ἀπαύστοις καὶ ἀφειδέσι δαπάναις ἀεὶ προσκοσμούμενον· δύσερις δὲ καὶ φιλόνεικος ὢν σφετερίσασθαι τοῦτο εἰς ἑαυτὸν διανοεῖται.