Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 192

[192] εἰ δὲ καὶ γένοιτό τις ἄδεια προσόδου, τί χρὴ προσδοκᾶν ἢ θάνατον ἀπαραίτητον; ἀλλ’ ἔστω, τεθνηξόμεθα· ζωὴ γάρ τίς ἐστιν ὁ ὑπὲρ φυλακῆς νόμων εὐκλεέστατος θάνατος. εἰ δὲ ἐκ τῆς ἡμετέρας τελευτῆς γενήσεται μηδὲν ὄφελος, οὐ μανία παραπολέσθαι, καὶ ταῦτα πρεσβεύειν δοκοῦντας, ὡς τῶν πεμψάντων μᾶλλον ἢ τῶν ὑπομενόντων εἶναι τὴν συμφοράν;