[186] φροντίζουσι δὲ ἡμῖν τῆς ὑποθέσεως — ἀεὶ γὰρ κληθήσεσθαι προσεδοκῶμεν — προσέρχεταί τις ὕφαιμόν τι καὶ ταραχῶδες ὑποβλεπόμενος, ἄσθματος μεστός, καὶ μικρὸν ἀπὸ τῶν ἄλλων ἀπαγαγών — πλησίον γὰρ ἦσάν τινες — „ἠκούσατε“ ἔφη „τὰ καινά;“ καὶ μέλλων ἀπαγγέλλειν ἐπεσχέθη, δακρύων ἀθρόας φορᾶς ἐνεχθείσης.