[166] [cap.26] Τούτων ἦσαν οἱ πλείους Αἰγύπτιοι, πονηρὰ σπέρματα, κροκοδείλων καὶ ἀσπίδων τῶν ἐγχωρίων ἀναμεμαγμένοι τὸν ἰὸν ὁμοῦ καὶ θυμὸν ἐν ταῖς ψυχαῖς. ἡγεμὼν δὲ οἷά τις ἦν χοροῦ τοῦ Αἰγυπτιακοῦ θιάσου παντὸς Ἑλικών, ἐπάρατον καὶ ἐξάγιστον ἀνδράποδον παρεισφθαρὲν εἰς τὴν αὐτοκρατορικὴν οἰκίαν· ἀπεγεύσατο γὰρ τῶν ἐγκυκλίων κατὰ φιλοτιμίαν τοῦ προτέρου δεσπότου, ὃς αὐτὸν ἐδωρήσατο Τιβερίῳ Καίσαρι.