Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 163

[163] θεοῦ κλῆσις οὕτως ἐστὶ σεμνὸν παρ’ αὐτοῖς, ὥστε καὶ ἴβεσι καὶ ἰοβόλοις ἀσπίσι ταῖς ἐγχωρίοις καὶ πολλοῖς ἑτέροις τῶν ἐξηγριωμένων αὐτῆς θηρίων μεταδεδώκασιν· ὥστε εἰκότως ἀταμιεύτοις χρώμενοι ταῖς εἰς θεὸν τεινούσαις προσηγορίαις ἀπατῶσι μὲν τοὺς ὀλιγόφρονας καὶ ἀπείρους τῆς Αἰγυπτιακῆς ἀθεότητος, ἁλίσκονται δὲ ὑπὸ τῶν ἐπισταμένων τὴν πολλὴν αὐτῶν ἠλιθιότητα, μᾶλλον δὲ ἀσέβειαν.