[152] [cap.23] ἔχοντες οὖν τοιαύτας ἀφορμὰς καὶ τοὺς πανταχοῦ πάντας [46] [47] ὁμογνώμονας οὔτε περὶ τὰς προσευχὰς ἐνεωτέρισαν καὶ καθ’ ἕκαστον ⟨τὸ⟩ νόμιμον ἐφύλαξαν· ἤ τινα σεβασμὸν παρέλιπον τῶν ὀφειλομένων Καίσαρι; καὶ τίς ἂν εὖ φρονῶν εἴποι; διὰ τί οὖν ἐστέρησαν; ἐγὼ φράσω μηδὲν ὑποστειλάμενος.