[15] [cap.3] Διαγγελείσης οὖν τῆς ὅτι νοσεῖ φήμης, ἔτι πλοΐμων ὄντων — ἀρχὴ γὰρ ἦν μετοπώρου, τελευταῖος πλοῦς τοῖς θαλαττεύουσιν, ἀπὸ τῶν πανταχόθεν ἐμπορίων εἰς τοὺς οἰκείους λιμένας καὶ ὑποδρόμους ἐπανιοῦσι, καὶ μάλιστα οἷς πρόνοια τοῦ μὴ διαχειμάζειν ἐπὶ ξένης ἐστί — μεθέμενοι τὸν ἁβροδίαιτον βίον ἐσκυθρώπαζον, συννοίας τε καὶ κατηφείας πᾶσα οἰκία καὶ πόλις γεγένητο μεστή, ἰσορρόπῳ λύπῃ τῆς πρὸ μικροῦ χαρᾶς ἀμφικλινοῦς γενομένης.