Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 147

[147] οὗτος ὁ τὰς πόλεις ἁπάσας εἰς ἐλευθερίαν ἐξελόμενος, ὁὁ τὴν ἀταξίαν εἰς τάξιν ἀγαγών, ὁὁ τὰ ἄμικτα [45] ἔθνη καὶ θηριώδη πάντα ἡμερώσας καὶ ἁρμοσάμενος, ὁ τὴν μὲν Ἑλλάδα Ἑλλάσι πολλαῖς παραυξήσας, τὴν δὲ βάρβαρον ἐν τοῖς ἀναγκαιοτάτοις τμήμασιν ἀφελληνίσας, ὁὁ εἰρηνοφύλαξ, ὁὁ διανομεὺς τῶν ἐπιβαλλόντων ἑκάστοις, ὁὁ τὰς χάριτας ἀταμιεύτους εἰς μέσον προθείς, ὁὁ μηδὲν ἀποκρυψάμενος ἀγαθὸν ἢ καλὸν ἐν ἅπαντι τῷ ἑαυτοῦ βίῳ.