[142] ἀλλ’ εὐγενέστατος κατ’ ἀμφοτέρους τοὺς γονεῖς. ἀλλὰ τὴν παιδείαν; καὶ τίς ἦν φρονιμώτερος ἢ λογιώτερος ἐκείνου τῶν κατ’ αὐτὸν ἀκμασάντων; ἀλλὰ τὴν ἡλικίαν; καὶ ποῖος μᾶλλον [43] [44] ἢ βασιλέων ἢ αὐτοκρατόρων εὐγήρως; οὐ μὴν ἀλλὰ καὶ ἔτι νέος ὢν ὁ πρεσβύτης ἐλέγετο δι’ αἰδῶ τὴν περὶ τὴν ἀγχίνοιαν. οὗτος οὖν ὁ τοιοῦτος καὶ τοσοῦτος ὑμῖν παρώφθη καὶ παρεσύρη. τί δέ;