Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 138

[138] ἐναργεῖς δὲ πίστεις [M.566] λαβεῖν ἔστι· πρῶτον μὲν ἀπὸ τῶν βασιλέων· δέκα που σχεδὸν ἢ καὶ πλειόνων ἐν τριακοσίοις ἔτεσιν ἑξῆς γενομένων, ἀνάθεσιν εἰκόνων ἢ ἀνδριάντων ἐν προσευχαῖς οὐδεμίαν ἐποιήσαντο, καίτοι γε οἰκείων ὄντων καὶ συγγενῶν, οὓς θεοὺς καὶ ἐνόμιζον καὶ ἔγραφον καὶ ἐκάλουν.