Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 136

[136] ἡλίκην μὲν οὖν καθ’ αὑτὸ τοῦτο τοῖς ἀναθεῖσιν ἐπέφερε κατηγορίαν, παντί τῳ δῆλον. τί γάρ, εἰ ⟨καὶ⟩ καινὸν γυναικός; τί δέ, εἰ παλαιὸν ἀνδρός; τί δέ, εἰ συνόλως ἐπιφημισθὲν ἑτέρῳ; [42] τοὺς τοιοῦτον ἀνατιθέντας ὑπὲρ αὐτοκράτορος οὐκ εἰκὸς ἦν εὐλαβηθῆναι, μή τις γένηται μήνυσις τῷ πάντα σεμνοποιοῦντι τὰ καθ’ αὑτὸν διαφερόντως;