Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 13

[13] τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς [M.548] ἐγένοντο.