Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 129

[129] ἕτερος δὲ λόχος ἦν ἐφεδρεύων τοῖς τοῦ ποταμοῦ λιμέσι πρὸς ἁρπαγὴν τῶν καταγομένων Ἰουδαίων καὶ ὧν κατ’ ἐμπορίαν ἐκόμιζον· ἐπεισβαίνοντες γὰρ ταῖς ναυσὶ τὸν φόρτον ἐν ὄψεσι τῶν κυρίων ἐξεφόρουν καὶ αὐτοὺς ἐξαγκωνίζοντες ἐνεπίμπρασαν, ὕλῃ χρώμενοι πηδαλίοις, οἴαξι, κοντοῖς καὶ ταῖς ἐπὶ τῶν καταστρωμάτων σανίσι.