[127] πυρὸς ἐπεισρέοντος πυρί. [cap.19] μηκέτι οὖν ὑπομένειν τὴν δυσχωρίαν [M.564] | οἷοί τε ὄντες ἐξεχέοντο εἰς ἐρημίας καὶ αἰγιαλοὺς καὶ μνήματα, [40] γλιχόμενοι σπάσαι καθαροῦ καὶ ἀβλαβοῦς ἀέρος. εἰ δέ τινες ἢ προκατελήφθησαν ἐν τοῖς ἄλλοις μέρεσι τῆς πόλεως ἢ ἀγνοίᾳ τῶν κατασκηψάντων κακῶν ἀγρόθεν παρεγένοντο, πολυτρόπων ἀπέλαυον συμφορῶν, ἢ καταλευόμενοι ἢ κεράμῳ τιτρωσκόμενοι ἢ πρίνου κλάδοις καὶ δρυὸς τὰ καιριώτατα μέρη τοῦ σώματος καὶ μάλιστα κεφαλὴν ἄχρι θανάτου καταγνύμενοι.