[119] [cap.17] Μέγιστος οὖν καὶ ἀκήρυκτος πόλεμος ἐπὶ τῷ ἔθνει συνεκροτεῖτο. τί γὰρ ἂν εἴη δούλῳ βαρύτερον κακὸν ἢ δεσπότης ἐχθρός; δοῦλοι δὲ αὐτοκράτορος οἱ ὑπήκοοι, καὶ εἰ μηδενὸς ἑτέρου τῶν προτέρων διὰ τὸ σὺν ἐπιεικείᾳ καὶ μετὰ νόμων ἄρχειν, ἀλλά τοι Γαΐου πᾶσαν ἐκτετμημένου τῆς ψυχῆς ἡμερότητα καὶ παρανομίαν ἐζηλωκότος — νόμον γὰρ ἡγούμενος ἑαυτὸν τοὺς τῶν ἑκασταχοῦ νομοθετῶν ὡς κενὰς ῥήσεις ἔλυεν —· ἡμεῖς δὲ οὐ μόνον ἐν δούλοις ἀλλὰ καὶ δούλων τοῖς ἀτιμοτάτοις ἐγραφόμεθα τοῦ ἄρχοντος τρέποντος εἰς δεσπότην.