Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 117

[117] ἓν δὲ μόνον ἔθνος ἐξαίρετον τῶν Ἰουδαίων ὕποπτον ἦν ἀντιπράξειν, εἰωθὸς ἑκουσίους ἀναδέχεσθαι θανάτους ὥσπερ ἀθανασίαν, ὑπὲρ τοῦ μηδὲν τῶν πατρίων περιιδεῖν ἀναιρούμενον, εἰ καὶ βραχύτατον εἴη, [37] διὰ τὸ καθάπερ ἐπὶ τῶν οἰκοδομημάτων ὑφαιρέσει ἑνὸς καὶ τὰ ἔτι παγίως ἑστάναι δοκοῦντα συμπίπτειν πρὸς τὸ κενωθὲν χαλώμενα καὶ καταρρέοντα.