[106] ἀλλὰ καὶ τὴν ἰατρικὴν Ἀπόλλωνος [35] εὖ πως μετεχάραξεν. ὁ μὲν γὰρ σωτηρίων φαρμάκων εὑρετὴς ἐγένετο πρὸς ὑγείαν ἀνθρώπων, ἀξιῶν καὶ τὰς ὑφ’ ἑτέρων ἐγγινομένας νόσους αὐτὸς ἰᾶσθαι διὰ τὴν ἐκ φύσεως καὶ ἐπιτηδεύσεως ὑπερβάλλουσαν [M.561] ἡμερότητα.