Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 103

[103] [cap.14] τί δὲ τῶν Ἀπολλωνιακῶν ἐμφερές ἐστι παρ’ αὐτῷ; στέφανον ἀκτινωτὸν φορεῖ, εὖ πως ἀπομαξαμένου τὰς ἡλιακὰς ἀκτῖνας τοῦ τεχνίτου. ἐκείνῳ δὲ ἥλιος ἢ φῶς συνόλως ἀσπαστόν ἐστιν, ἀλλ’ οὐχὶ νὺξ ⟨καὶ σκότος⟩ καὶ εἴ τι σκότους ἀφεγγέστερον εἰς τὴν τῶν ἐκνόμων ἔργων διάθεσιν; ἐπειδὴ τὰ μὲν καλὰ περιαυγείας μεσημβρινῆς δεῖται πρὸς ἐπίδειξεν, τὰ δὲ αἰσχρά φασιν ἐσχατιᾶς Ταρτάρου, εἰς ὃν ἄξιον συνωθεῖσθαι δεόντως ἐπικρυφθησόμενα.