Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 86

[86] [cap.11] Καὶ τί ταῦτα μηκύνω; δευτέρα γὰρ ἐπινοεῖται πόρθησις, βουλομένου καὶ τὸ στρατευόμενον πλῆθος ἡμῖν ἐπιτειχίσαι ξένου συκοφαντήματος εὑρέσει. τὸ δὲ συκοφάντημα ἦν, ὡς τῶν Ἰουδαίων πανοπλίας ἐν ταῖς οἰκίαις ἐχόντων. μεταπεμψάμενος οὖν ἑκατόνταρχον ᾧ μάλιστ’ [22] ἐπίστευε, Κάστον ὄνομα, κελεύει παραλαβόντα τῆς ὑπηκόου τάξεως ἑαυτῷ τοὺς εὐτολμοτάτους στρατιώτας ἐπισπεύδειν καὶ ἄνευ προρρήσεως ἐπεισιόντα ταῖς τῶν Ἰουδαίων οἰκίαις ἐρευνᾶν, μή τις ὅπλων ἐναπόκειται παρασκευή. [M.530] καὶ ὁ μὲν συντείνας ἔθει τὸ προσταχθὲν ἐργασόμενος.