[71] καὶ τελευτησάντων, οὐδὲν ἧττον ἀτελεύτητα μηνιῶντες βαρυτέρας αἰκίας τοῖς σώμασιν ἐπέφερον, διὰ πάντων ὀλίγου δέω φάναι τῶν τῆς πόλεως στενωπῶν κατασύροντες, ἕως ὁ νεκρὸς δοράς, σάρκας, ἶνας ὑπὸ τῆς τῶν ἐδάφων ἀνωμαλίας καὶ τραχύτητος περιθρυφθείς, καὶ τῶν ἡνωμένων μερῶν τῆς συμφυίας διαστάντων καὶ διασπαρέντων ἀλλαχόσε ἄλλων, ἐδαπανήθη.