Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 6

[6] [cap.2] Ἴσως δ’ ἄν τις εἴποι· „σὺ δ’, ὦ οὗτος, ἐγνωκὼς ἀνθρώπου κατηγορεῖν ἔγκλημα μὲν οὐδὲν διεξῆλθες, μακροὺς δ’ ἐπαίνους συνείρεις· μὴ ἄρα παραπαίεις καὶ μέμηνας;“ — οὐ μέμηνα, ὦ οὗτος, οὐδ’ ἠλίθιός τίς εἰμι, ὡς μὴ δύνασθαι πράγματος ἀκολουθίαν ἰδεῖν.