[56] οἱ δὲ ἐξεχέοντο διὰ τὸ πλῆθος εἰς αἰγιαλοὺς καὶ κοπρίας καὶ μνήματα πάντων στερόμενοι τῶν ἰδίων. ἐκεῖνοι δὲ τὰς οἰκίας ἐρήμους καταδραμόντες ἐφ’ ἁρπαγὴν ἐτράποντο καὶ ὡς ἐκ πολέμου λείαν διενέμοντο, μηδενὸς δὲ κωλύοντος καὶ τὰ ἐργαστήρια τῶν Ἰουδαίων συγκεκλεισμένα διὰ τὸ ἐπὶ Δρουσίλλῃ πένθος ἀναρρήξαντες ὅσα εὗρον — πολλὰ δὲ καὶ ταῦτ’ ἦν — ἐξεφόρησαν καὶ διὰ μέσης ἀγορᾶς ἐκόμιζον ὡς οἰκείοις τοῖς ἀλλοτρίοις καταχρώμενοι.