Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 43

[43] τί οὖν ὁ τῆς χώρας ἐπίτροπος; ἐπιστάμενος, ὅτι καὶ ἡ πόλις οἰκήτορας ἔχει διττούς, ἡμᾶς τε καὶ τούτους, καὶ πᾶσα Αἴγυπτος, καὶ ὅτι οὐκ ἀποδέουσι μυριάδων ἑκατὸν οἱ τὴν Ἀλεξάνδρειαν καὶ τὴν χώραν Ἰουδαῖοι κατοικοῦντες ἀπὸ τοῦ πρὸς Λιβύην καταβαθμοῦ μέχρι τῶν ὁρίων Αἰθιοπίας, καὶ ὡς ἡ πεῖρα κατὰ πάντων ἐστὶ καὶ ὡς οὐ λυσιτελὲς ἔθη πάτρια κινεῖν, ἀμελήσας ἁπάντων ἐπιτρέπει ποιήσασθαι τὴν ἀνάθεσιν, μυρία καὶ πάντα προνοητικὰ δυνάμενος ἢ ὡς ἄρχων κελεύειν ἢ συμβουλεύειν ὡς φίλος.