[41] ὅπερ συναισθόμενος ὁὁ ὄχλος — οὐχ ὁὁ καθεστὼς καὶ δημοτικός, ἀλλ’ [13] ὁ πάντα θορύβου καὶ ταραχῆς εἰωθὼς ἀναπιμπλάναι διὰ φιλοπραγμοσύνην καὶ ζῆλον ἀβιώτου βίου καὶ τὴν ἐξ ἔθους ἀργίαν καὶ σχολήν, πρᾶγμα ἐπίβουλον — συρρυέντες εἰς τὸ θέατρον ἐξ ἑωθινοῦ Φλάκκον ἤδη τιμῶν ἀθλίων ἐωνημένοι, ἃς ὁ δοξομανὴς καὶ παλίμπρατος ἐλάμβανεν οὐ καθ’ αὑτοῦ μόνον ἀλλὰ καὶ τῆς κοινῆς ἀσφαλείας, ἀνεβόησαν ἀφ’ ἑνὸς συνθήματος εἰκόνας ἐν ταῖς προσευχαῖς ἀνατιθέναι, καινότατον καὶ μηδέπω πραχθὲν εἰσηγούμενοι παρανόμημα.