[39] εἶτ’ ἐκ τοῦ περιεστῶτος ἐν κύκλῳ πλήθους ἐξήχει βοή τις ἄτοπος Μάριν ἀποκαλούντων — οὕτως δέ φασι τὸν κύριον ὀνομάζεσθαι παρὰ Σύροις —· ᾔδεσαν γὰρ Ἀγρίππαν καὶ γένει Σύρον καὶ Συρίας μεγάλην [M.523] ἀποτομὴν ἔχοντα, ἧς ἐβασίλευε. ταῦτα δὲ ἀκούων, μᾶλλον δὲ ὁρῶν ὁ Φλάκκος,