Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 30

[30] καὶ τὸν ἄθλιον Φλάκκον πάλιν οἱ συνόντες ἀνηρέθιζον εἰς τὸν αὐτὸν ἐνάγοντες καὶ προκαλούμενοι φθόνον, „σὴ κατάλυσίς ἐστι“ φάσκοντες „ἡ ἐπιδημία τούτου· μείζονα τιμῆς καὶ εὐδοξίας ὄγκον ἢ σὺ περιβέβληται· πάντας εἰς ἑαυτὸν ἐπιστρέφει τὴν δορυφόρον τῶν σωματοφυλάκων στρατιὰν ὁρῶντας ἐπαργύροις [10] καὶ ἐπιχρύσοις ὅπλοις διακεκοσμημένην.