Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 27

[27] καταβὰς δ’ εἰς Δικαιάρχειαν καὶ ναῦς ὑφόρμους Ἀλεξανδρίδας ἰδὼν εὐτρεπεῖς πρὸς ἀναγωγήν, ἐπιβὰς μετὰ τῶν ἰδίων, εὐπλοίᾳ χρησάμενος, ὀλίγαις ὕστερον ἡμέραις ἀνεπιφάτως καὶ ἀφωράτως κατάγεται, κελεύσας τοῖς κυβερνήταις — περὶ γὰρ δείλην ὥραν ὁ Φάρος ἀναφαίνεται — τὰ μὲν ἱστία συνάγειν, ἔξω δὲ περὶ αὐτὸν μὴ μακρὰν ἀφισταμένους θαλαττεύειν ἄχρι τοῦ βαθεῖαν ἑσπέραν ἐπιγενέσθαι καὶ νυκτὸς τοῖς λιμέσι προσσχεῖν, ἵν’ ἀποβὰς ἤδη τετραμμένων ⟨ἁπάντων⟩ πρὸς ὕπνον, μηδενὸς ὁρῶντος, ἀφίκηται πρὸς τὸν ξενοδόχον.