[20] βεβαιωταὶ γὰρ ὧν ἐβουλεύσαντο πάντων ἐγίνοντο κωφὸν ὡς ἐπὶ σκηνῆς προσωπεῖον ἕνεκα προσχήματος αὐτὸ μόνον παραλαμβάνοντες ἐπιγεγραμμένον ὄνομα ἀρχῆς, Διονύσιοι δημοκόποι, Λάμπωνες γραμματοκύφωνες, Ἰσίδωροι στασιάρχαι, φιλοπράγμονες, κακῶν εὑρεταί, ταραξιπόλιδες· τοῦτο γὰρ κεκράτηκέ πως τοὔνομα.