Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 188

[188] οἱ δ’ ἀπνευστὶ διώκοντες καταλαμβάνουσι· καὶ οἱ μὲν εὐθὺς ὤρυττον βόθρον, οἱ δὲ πρὸς βίαν εἷλκον ἀφηνιάζοντα καὶ κεκραγότα καὶ διαπαλαίοντα· ὧν χάριν καὶ σύμπαν κατετρώθη τὸ σῶμα καθάπερ τὰ θηρία ταῖς πληγαῖς ἐπιτρέχων.