[163] „ἐγὼ Φλάκκος εἰμί, ὁ πρὸ μικροῦ [41] τῆς μεγαλοπόλεως ἢ πολυπόλεως Ἀλεξανδρείας ἡγεμών, ὁ τῆς εὐδαιμονεστάτης χώρας ἐπίτροπος Αἰγύπτου, εἰς ὃν ἐπέστρεφον αἱ τοσαῦται μυριάδες τῶν οἰκητόρων, ὁ δυνάμεις πολλὰς πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς οὐκ ἀριθμὸν ἄλλως ἀλλ’ ὅσον δοκιμώτατον ἐν ὑπηκόοις ἔχων, ὁ καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς ἐξόδοις ὑπὸ μυρίων ὅσων παραπεμπόμενος.