[151] μετὰ δὲ τὴν ἀφαίρεσιν τῆς οὐσίας κατέγνωστο αὐτοῦ φυγή, καὶ ἐξ ἁπάσης μὲν ἠλαύνετο τῆς ἠπείρου [38] — τὸ δ’ ἐστὶ μεῖζον καὶ ἄμεινον τμῆμα τῆς οἰκουμένης —, ἐξ ἁπάσης δὲ νήσου τῶν εὐδαιμόνων. ἐμέλλησε γὰρ εἰς τὴν λυπροτάτην τῶν ἐν Αἰγαίῳ — Γύαρα καλεῖται — διώκεσθαι, μὴ παρακλήτῳ χρησάμενος Λεπίδῳ, δι’ ὃν ἀνθυπηλλάξατο Γυάρων Ἄνδρον ἐγγυτάτω κειμένην.