[146] [cap.18] Ταῦτ’ ἐμήκυνα, οὐχ ὑπὲρ τοῦ παλαιῶν ἀπομνημονεύειν ἀδικημάτων, ἀλλὰ τεθαυμακὼς τὴν ἔφορον τῶν ἀνθρωπείων δίκην, ὅτι οἱ ἐξ ἀρχῆς γενόμενοι δυσμενεῖς αὐτῷ καὶ οἷς ἐκ πάντων ἀπηχθάνετο καὶ ἐκληρώσαντο τὴν ἐπ’ αὐτῷ κατηγορίαν εἰς ἀνίας ὑπερβολήν· οὐ γὰρ οὕτως ἐστὶ δεινὸν τὸ ἐγκαλεῖσθαι ὡς τὸ πρὸς ὁμολογουμένων ἐχθρῶν.