Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 139

[139] οἱ δὲ πληρώσαντες αὐτὸ τοῦ Φλάκκου ἀπ’ οὐδεμιᾶς προφάσεως κατηγόρουν, ἀγένητα πλάττοντες ἐγκλήματα καὶ ψευδεῖς ῥήσεις δι’ ἀναπαίστων καὶ μακρὰς συνείροντες, ὡς καταπεπλῆχθαι μὴ μόνον Φλάκκον ἀλλὰ καὶ τοὺς ἄλλους ἐπὶ τῷ παραλόγῳ καί, ὅπερ ἦν, συμβαλεῖν, ὅτι πάντως ἐστί τις ᾧ χαρίζονται, μήτ’ αὐτοί τι πεπονθότες ἀνήκεστον μήτε τὴν ἄλλην πόλιν εὖ εἰδότες πλημμεληθεῖσαν.