Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 135

[135] [cap.17] [M.537] Ὁ μὲν δὴ Λάμπων τοιοῦτος ὢν ἐφειστήκει κατήγορος, ὁ δ’ Ἰσίδωρος οὐκ ἀποδέων τὴν μοχθηρίαν, ἄνθρωπος ὀχλικός, δημοκόπος, ταράττειν καὶ συγχέειν πράγματα μεμελετηκώς, ἐχθρὸς εἰρήνῃ καὶ εὐσταθείᾳ, στάσεις καὶ θορύβους κατασκευάσαι μὲν οὐκ ὄντας, γενομένους δὲ συγκροτῆσαι καὶ συναυξῆσαι δεινός, ὄχλον ἀσύντακτον καὶ πεφορημένον ἐκ μιγάδων καὶ συγκλύδων ἡρμοσμένον περὶ αὑτὸν ἔχειν ἐσπουδακώς, ὃς εἰς μοίρας καθάπερ τινὰς συμμορίας διανενέμηται.